Add parallel Print Page Options

Μὴ κρίνετε, ἵνα μὴ κριθῆτε· ἐν ᾧ γὰρ κρίματι κρίνετε κριθήσεσθε, καὶ ἐν ᾧ μέτρῳ μετρεῖτε μετρηθήσεται ὑμῖν. τί δὲ βλέπεις τὸ κάρφος τὸ ἐν τῷ ὀφθαλμῷ τοῦ ἀδελφοῦ σου, τὴν δὲ ἐν τῷ σῷ ὀφθαλμῷ δοκὸν οὐ κατανοεῖς; ἢ πῶς ἐρεῖς τῷ ἀδελφῷ σου· Ἄφες ἐκβάλω τὸ κάρφος [a]ἐκ τοῦ ὀφθαλμοῦ σου, καὶ ἰδοὺ ἡ δοκὸς ἐν τῷ ὀφθαλμῷ σοῦ; ὑποκριτά, ἔκβαλε πρῶτον [b]ἐκ τοῦ ὀφθαλμοῦ σοῦ τὴν δοκόν, καὶ τότε διαβλέψεις ἐκβαλεῖν τὸ κάρφος ἐκ τοῦ ὀφθαλμοῦ τοῦ ἀδελφοῦ σου.

Μὴ δῶτε τὸ ἅγιον τοῖς κυσίν, μηδὲ βάλητε τοὺς μαργαρίτας ὑμῶν ἔμπροσθεν τῶν χοίρων, μήποτε [c]καταπατήσουσιν αὐτοὺς ἐν τοῖς ποσὶν αὐτῶν καὶ στραφέντες ῥήξωσιν ὑμᾶς.

Αἰτεῖτε, καὶ δοθήσεται ὑμῖν· ζητεῖτε, καὶ εὑρήσετε· κρούετε, καὶ ἀνοιγήσεται ὑμῖν. πᾶς γὰρ ὁ αἰτῶν λαμβάνει καὶ ὁ ζητῶν εὑρίσκει καὶ τῷ κρούοντι [d]ἀνοιγήσεται. ἢ τίς [e]ἐστιν ἐξ ὑμῶν ἄνθρωπος, ὃν [f]αἰτήσει ὁ υἱὸς αὐτοῦ ἄρτον— μὴ λίθον ἐπιδώσει αὐτῷ; 10 [g]ἢ καὶ [h]ἰχθὺν αἰτήσει— μὴ ὄφιν ἐπιδώσει αὐτῷ; 11 εἰ οὖν ὑμεῖς πονηροὶ ὄντες οἴδατε δόματα ἀγαθὰ διδόναι τοῖς τέκνοις ὑμῶν, πόσῳ μᾶλλον ὁ πατὴρ ὑμῶν ὁ ἐν τοῖς οὐρανοῖς δώσει ἀγαθὰ τοῖς αἰτοῦσιν αὐτόν.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 7:4 ἐκ WH Treg NIV ] ἀπὸ RP
  2. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 7:5 ἐκ τοῦ ὀφθαλμοῦ σοῦ τὴν δοκόν WH Treg NIV ] τὴν δοκὸν ἐκ τοῦ ὀφθαλμοῦ σου RP
  3. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 7:6 καταπατήσουσιν WH Treg NIV ] καταπατήσωσιν RP
  4. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 7:8 ἀνοιγήσεται WH NIV RP ] ἀνοίγεται Treg
  5. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 7:9 ἐστιν NIV RP ] WH Treg
  6. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 7:9 αἰτήσει WH Treg NA ] ἐὰν αἰτήσῃ NIV RP
  7. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 7:10 WH Treg NIV ] RP
  8. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 7:10 ἰχθὺν αἰτήσει WH Treg NIV ] ἐὰν ἰχθὺν αἰτήσῃ RP